Welcome to AKWN
the site of world news in Ancient Greek
After 10 years of existence, AKWN has been migrated to this new site in order to allow Greek texts to be uploaded as real texts instead of as images. Please go to "General information" to read more about this new stage of AKWN. Please feel free to tell me your opinion about font size, etc.
Webmaster: Juan Coderch (University of St Andrews)
• Please go to the section Περὶ τῶν ἐμῶν βίβλων above to find information about my Greek grammar.

Ἀμερικανὸν στρατιώτην ἐν τῷ Βιετνᾶμ εὑρίσκουσιν
2 Μαίου 2013
Ἀμερικανοὶ στρατιῶται ἐν τῷ Βιετνᾶμ
Αἰχμάλωτος γενόμενος, ἐν τῇ χώρᾳ ἔμενε καίπερ λυθείς
Ὁ Ἰωάννης Ῥόβερτσον Ἀμερικανὸς στρατιώτης ἦν ὃς πρὸς τὸ Βιετνᾶμ ἐπέμφθη ἤδη τὸ τετταρακοστὸν καὶ τέταρτον ἔτος. πάντες περὶ τοῦ ἐν τῷ Βιετνᾶμ πολέμου ἀκηκόαμεν, ἴσμεν δὲ πολλοὺς μὲν Ἀμερικανοὺς στρατιώτας ἐκεῖ ἀποθανόντας, πολλοὺς δὲ οἴκαδε ἐπανελθόντας. ὅμως δὲ πολὺ μὲν λέγεται ἀεὶ περὶ τῶν οὔτε ἀποθανόντων οὔτε πρὸς τὰς ΗΑΠ ἐπανελθόντων, νῦν δὲ ἐκεῖ ἐν τῷ Βιετνᾶμ στρατιώτην τινὰ ἐν μικρᾷ κώμῃ οἰκοῦντα ηὑρήκασιν. ἥδε ἐστὶν ἡ ἱστορία·
τῷ ἔτει 1968 τὸ μὲν ἑλικόπτερον ἐν ᾧ ὁ Ἰωάννης Ῥόβερτσον ἔτυχεν ὢν πυραύλῳ κατεβλήθη, τὸν δὲ τοῦ Ι. Ρ. νεκρὸν οὐδέποτε ηὗρον· οἱ συγγενεῖς, οὐκ εἰδότες πότερον ὁ Ι. Ρ. ἀποθάνοι ἢ οὔ, πολὺν μὲν χρόνον ἐζήτουν, μάτην δέ· τέλος δέ, οὐδὲν εὑρόντες, πάντες ἐνόμισαν αὐτὸν ἀποθανεῖν. νῦν δὲ ἄλλος τις Ἀμερικανὸς στρατιώτης, πρὸς τὸ Βιετνᾶμ νεωστὶ ἐπανελθών, γεωργούς τινας περὶ τοῦ Ι. Ρ. διαλεγομένους τύχῃ ἀκούσας αὐτὸν ἐζήτει ἕως ηὗρεν. ὁ ἄνθρωπος, ἤδη ἑβδομήκοντα καὶ ἓξ ἔτη γεγονώς, τῇ Ἀγγλικῇ γλώττῃ οὐκέτι χρῆται, καὶ δὴ καὶ οὔτε τοῦ ὀνόματος τοῦ τῆς ἑαυτοῦ γυναικὸς οὐκέτι μέμνηται οὔτε τὰ τῶν ἑαυτοῦ υἱῶν.
ὁ Καναδέζος κινηματογραφικὸς ἄρχων Μιχαὴλ Ἰόργενσον ἔργον περὶ αὐτοῦ πεποίηκεν ἐν ᾧ τὴν ἱστορίαν ἐξηγεῖται, τὸ δὲ τοῦ ἔργου ὄνομα "Unclaimed" ἐστίν.

Ἔξεσται ταῖς γυναιξὶν ἐν τῷ τῶν Οἰμωγῶν Τείχει προσεύχεσθαι
27 Ἀπριλίου 2013
Τὸ τῶν Οἰμωγῶν Τεῖχος
Οἱ τοῦ Ἰσραῆλ δικασταὶ νομίζουσι τὸ τῷ τουλῖτ χρῆσθαι μὴ παρὰ τοὺς νόμους εἶναι
Τὸ ἐν τῷ Ἰερουσαλῆμ Πρῶτον Δικαστήριον εἶπεν ὅτι ἐξείη ταῖς γυναιξὶν ἐν τῷ τῶν Οἰμωγῶν Τείχει προσεύχεσθαι τῷ τουλῖτ (τὸ τουλῖτ ἱερὸς πέπλος ἐστίν) χρωμέναις, κατὰ γὰρ τοὺς δικαστὰς οὗτος ὁ πέπλος τὰ τῶν Ἰουδαίων ἔθη οὐχ ὑβρίζει. ἆρα τίς ἐστιν ἡ ταύτης τῆς δίκης αἰτία; ἥδε ἐστίν·
ἐν τῷ Ἰσραῆλ πολλάκις ἅμιλλα γίγνεται περὶ τῶν ἱερῶν τοῖς τε ὀρθοδόξοις καὶ τοῖς νεωτερίζειν πειρῶσιν· τῇ μὲν ἑνδεκάτῃ Ἀπριλίου πέντε γυναικῶν ἐν τῷ τῶν Οἰμωγῶν Τείχει καταληφθεισῶν ἅτε τῷ τε τουλῖτ χρωμένων καὶ ἐκεῖ προσευχομένων, ἡ ὀργάνωσις "Γυναῖκες τοῦ Τείχους", ἣ τὸ τῶν γυναικῶν ἐν τούτῳ τῶ ἱστορικῷ τόπῳ προσεύχεσθαι ἐποτρύνει, τῇ καταλήψει ἐνέστη λέγουσα ὅτι τοῦτο οὐδεμίαν ταραχὴν φύοι, νῦν δὲ οἱ δικασταὶ συμβεβουλεύκασιν ὅτι οὕτως μὲν ἔχει ὡς αὕτη ἡ ὀργάνωσις διαβεβαιοῦται, ἔξεστι δὲ ταῖς γυναιξὶ τοῦτο ποιεῖν.

Τὸν μὲν τῶν τρομοκρατῶν ἀποκτείνουσιν, τὸν δὲ ζωγροῦσιν
20 Ἀπριλίου 2013
Ὁ δεύτερος τρομοκράτης
Ὁ δεύτερος τῶν τρομοκρατῶν ἐν πλοίῳ τινὶ ἐκέκρυπτο
Δεινοτάτης προσβολῆς ἐν τῷ τοῦ Βόστον Μαραθῶνι γενομένης περὶ ἧς πάντες ἀκηκόαμεν, ἐν ᾗ τρεῖς ἄνθρωποι ἀπέθανον καὶ διακόσιοι ἐτρώθησαν, οἱ φύλακες, τὰ κινηματογραφικὰ τεκμήρια ἐκείνης τῆς ἀγυιᾶς ἐξετάσαντες, ταχέως ἐπύθοντο οἵτινες τοῦτο ποιήσαιεν, ἐξῆν γὰρ ἐν τοῖς τεκμηρίοις δύο ἀνθρώπους σάκους φέροντας ἰδεῖν καὶ τοὺς σάκους χαμᾶζε ἐπιτιθέντας· δύο ἀδελφοὶ οἳ ἐκ τῆς Τζετζενίας ἀφικὀμενοι ἐν ταῖς ΗΑΠ ᾤκουν (ὁ τῆς Τζετζενίας φερέφωνος λέγει ὅτι οὗτοι οἱ ἄνθρωποι ἤδη πάλαι ἐκ τῆς Τζετζενίας ἀπῴκησαν)· αὐτοὺς δὲ ταχέως ηὗρον καὶ ἐν τῷ ΜΙΤ (Τεχνολογικῷ Ἰνστιτούτῳ Μασσαχουσέτης) ἐνεκυκλώσαντο (ἐκεῖ ἐν καπηλείῳ τινὶ ἔτυχον χρήματα κλέψαντες)· ὁ μὲν τοῖς φύλαξι μαχόμενος ἀπέθανεν, ὅμως δὲ οὐκ ἐξῆν τὸν ἁλλον καταλαβεῖν, οὗτος δὲ ἀπέφυγεν, ἀλλὰ τοὺς φύλακας οὐκ ἔλαθε τετρωμένος ὤν.
οἱ φύλακες ᾔδησαν μὲν ἐν ᾧτινι δήμῳ ὁ τρομοκράτης κρυπτὸς ἔκειτο, τὸν δὲ ἀκριβῆ τόπον ἠγνόουν. πάντων μὲν οἴκημα κατὰ οἴκημα ἐξεταζόντων, πολίτης τις τοῦ δήμου αἷμα ἰδὼν ἐν κήπῳ τοὺς φύλακας ὡς τάχιστα παρεκάλεσεν, τῶν δὲ φυλάκων ἀφικομένων ὁ τρομοκράτης εἰς μὲν πλοῖόν τι ἐν ἐκείνῳ τῷ κήπῳ κείμενον ἑκρύψατο, αἰσθόμενος δὲ ὅτι οὐκ ἐξείη αὖθις ἀποφυγεῖν ἑαυτὸν τοῖς φύλαξι παρέδωκεν.

Δισχίλιοι ἄνθρωποι ἐν τῇ τῆς Μαργαρίδης Τάτζηρ ἐκφορᾷ παρέσονται
12 Ἀπριλίου 2013
Ἡ Μ. Τάτζηρ καὶ ὁ Δ. Κάμερον
Ἡ Μαργαρίδη Τάτζηρ ἕνδεκα ἔτη τοῦ Ἡνωμένου Βασιλείου ἦρξεν
Τῆς Μαργαρίδης Τάτζηρ ἀποθανούσης, ἔδει τοὺς ἄρχοντας διακρίνειν ἥντινά τε ἐκφορὰν ποιεῖν δέοι καὶ οὕστινας παρακαλεῖν· ἡ μὲν Μ. Τάτζηρ τοῦ Ἡνωμένου Βασιλείου ἕνδεκα ἔτη ἄρχουσα ἐνδοξοτάτη ἐγένετο, οὐ γὰρ μόνον τῆς χώρας τοσοῦτον χρόνον ἦρξεν ἀλλὰ καὶ ἐν τῷ πολέμῳ (ἐπὶ τὴν Ἀργεντίναν) ἐνίκησεν, διὰ δὲ ταῦτα πολλοὶ μὲν τῶν τοῦ Η. Βασιλείου πολιτῶν αὐτὴν ἐφίλουν καὶ ἔτι φιλοῦσιν, ἄλλοι δὲ ἐμίσουν καὶ ἔτι μισοῦσιν· καὶ δὴ καὶ τοῖς ἐργασταῖς πολλάκις ἠμφεσβήτει, τοῦτο δὲ κατὰ μὲν πολλοὺς ὀρθῶς ἐποίησεν, κατὰ δὲ ἄλλους κακῶς.
δέον διακρίνειν οὕστινας ἐπὶ τὴν ἐκφορὰν παρακαλεῖν χρή, οἵ τε συγγενεῖς καὶ οἱ ἄρχοντες κατάλογον δισχίλια ὀνόματα ἔχοντα συγγεγράφασιν, τὰ δὲ ὀνόματα γνῶναι τήμερον ἐξῆν· ἐν τῷ καταλόγῳ εἰσὶ πάντες οἱ αὐτῇ ἐν τέλει οὔσῃ συνεργασάμενοι καὶ πρόεδροι πολλῶν χωρῶν τε καὶ ὀργανώσεων αἳ φιλικῶς τῇ Μ. Τάτζηρ διέκειντο. τὸν Νέλσων Μανδέλα παρακεκλήκασιν, ὅμως δὲ οὐ παρέσται, τυγχάνει γὰρ νοσῶν. τὴν τῆς Ἀργεντίνας πρόεδρον οὐ παρακεκλήκασιν ἅτε περὶ τῶν Φάλκλανδ νήσων ἔτι καὶ νῦν ἁμιλλωμένης.
ἐν τῇ χάρτῃ ἣν πρὸς τοὺς παρακεκλημένους ἔπεμψαν λέγεται ὅπως δεῖ τῇ ἐκφορᾷ ἐνδύεσθαι.

Ἡ ἐν τῇ Κορέᾳ κατάστασις
5 Ἀπριλίου 2013
Στρατιώτης τῆς Νοτίας Κορέας παρὰ τῷ ὅρῳ
Ἡ ἐν Κορέᾳ τάσις καθ᾿ ἡμέραν αὐξάνεται
Νεωστί, τοῦ τῆς Βορείας Κορέας ἄρχοντος Κὶμ Ἲλ Σοῦγγ πολεμικώτατα κατά τε τῆς Νοτίας Κορέας καὶ τῶν ΗΑΠ εἰπόντος, τὸ μὲν Πιογγιὰγκ δύο πύραυλα "Μουσουδὰν" ἐν τῇ ἀνατολικῇ τῆς χώρας παραλίᾳ χθὲς ἐπέθηκεν (οὐδεὶς οἶδε πότερον ταῦτα τὰ πύραυλα πυρηνικά εἰσιν ἢ οὔ), ταύτῃ δὲ τῇ προκλήσει ἀποκρινόμενοι οἱ τῆς Νοτίας Κορέας ἄρχοντες δύο πολεμικὰς ναῦς πρὸς τὴν Κριτίνην Θάλατταν ἀποπεπόμφασιν. αὗται αἱ νῆες σύστημα ἔχουσιν ὃ πύραυλα ἤδη πετόμενα ἐν τῷ αἰθέρι διαφθείρειν ἔχει. καὶ δὴ καὶ αἱ ΗΑΠ σύστημα ἀντιπυραυλικὸν ἄλλο πρὸς τὴν νῆσον Γουᾶμ, ἐγγὺς τῆς Κορέας κειμένην, τήμερον προσέπεμψαν.
κατὰ μὲν ἐμπείρους τινὰς ἡ Βορεία Κορέα τῇ πεντεκαιδεκάτῃ Ἀπριλίου πύραυλον ἀνήσει, χθὲς δὲ ὁ τῆς Β. Κορέας φερέφωνος τῇ Ῥωσσίᾳ παρῄνεσε τοὺς ἐν τῇ Ῥωσσικῇ πρεσβείᾳ ἐν τῷ Σεοῦλ ὄντας ταχέως ἐκεῖθεν ἀπενεγκεῖν τοῦ κινδύνου ἕνεκα.
ἆρα τί βούλεται ὁ Κὶμ Ἲλ Σοῦγγ ταῦτα ποιῶν; λέγουσιν οἱ πολιτικοὶ ἀναλυσταὶ ὅτι βούλεται τὴν ἑαυτοῦ ἀρχὴν παρὰ τῇ ἑαυτοῦ στρατιᾷ αὐξάνεσθαι, ὅμως δὲ αὐτὸς οἶδεν ὅτι, εἰ τῇ Ν. Κορέᾳ πολεμοίη, αἱ ΗΑΠ τῇ Ν. Κορέᾳ βοηθοῖεν ἄν. ἴσως πάντα ταῦτα μόνον αὔχημά ἐστιν;

Επιλογή: Ηλίας Κ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
ΠΑΡΑΚΑΛΩ ΜΗΝ ΑΦΗΝΕΤΑΙ ΠΛΕΟΝ ΤΑ ΜΗΝΥΜΑΤΑ ΣΑΣ ΕΔΩ ΑΛΛΑ ΣΤΟ "ΕΠΙΚΟΙΝΩΝΕΙΣΤΕ ΜΑΖΙ ΜΑΣ"
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.